Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.10.2 | Hdt. 2.11.4 (English) | >>Hdt. 2.13.1 |
2.11.2 μῆκος μὲν πλόου ἀρξαμένῳ ἐκ μυχοῦ διεκπλῶσαι ἐς τὴν εὐρέαν θάλασσαν ἡμέραι ἀναισιμοῦνται τεσσεράκοντα εἰρεσίῃ χρεωμένῳ · εὖρος δέ , τῇ εὐρύτατος ἐστὶ ὁ κόλπος , ἥμισυ ἡμέρης πλόου . ῥηχίη δʼ ἐν αὐτῷ καὶ ἄμπωτις ἀνὰ πᾶσαν ἡμέρην γίνεται .
2.11.3 ἕτερον τοιοῦτον κόλπον καὶ τὴν Αἴγυπτον δοκέω γενέσθαι κοτέ , τὸν μὲν ἐκ τῆς βορηίης θαλάσσης κόλπον ἐσέχοντα ἐπʼ Αἰθιοπίης , τὸν δὲ Ἀράβιον , τὸν ἔρχομαι λέξων , ἐκ τῆς νοτίης φέροντα ἐπὶ Συρίης , σχεδὸν μὲν ἀλλήλοισι συντετραίνοντας τοὺς μυχούς , ὀλίγον δέ τι παραλλάσσοντας τῆς χώρης .
2.11.4 εἰ ὦν ἐθελήσει ἐκτρέψαι τὸ ῥέεθρον ὁ Νεῖλος ἐς τοῦτον τὸν Ἀράβιον κόλπον , τί μιν κωλύει ῥέοντος τούτου ἐκχωσθῆναι ἐντός γε δισμυρίων ἐτέων ; ἐγὼ μὲν γὰρ ἔλπομαί γε καὶ μυρίων ἐντὸς χωσθῆναι ἄν · κοῦ γε δὴ ἐν τῷ προαναισιμωμένῳ χρόνῳ πρότερον ἢ ἐμὲ γενέσθαι οὐκ ἂν χωσθείη κόλπος καὶ πολλῷ μέζων ἔτι τούτου ὑπὸ τοσούτου τε ποταμοῦ καὶ οὕτω ἐργατικοῦ ;
ch. 12
2.12.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.10.2 | Hdt. 2.11.4 (English) | >>Hdt. 2.13.1 |